Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.107 Joseph. AJ 16.113 (English) >>Joseph. AJ 16.119

16.111εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπʼ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις συνωμοσίαν ἡλικιωτῶν διαφθορὰν οἰκετῶν γράμματα κατὰ σοῦ γεγραμμένα; 16.112καίτοι τούτων ἕκαστον ἔσθʼ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, διʼ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας. 16.113ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθʼ ἡμῶν· τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ· τοῦτο γὰρ ἦν ἄδικον· ἀλλʼ εἰς τοὺς οὐδʼ τι λελάλητο μὴ σιωπῶντας. 16.114τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλʼ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν; 16.115εἰ δʼ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.107 Joseph. AJ 16.113 (English) >>Joseph. AJ 16.119

Powered by PhiloLogic